Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.94.6 | Hdt. 1.96.1 (English) | >>Hdt. 1.97.2 |
1.95.1
ἐπιδίζηται δὲ δὴ τὸ ἐνθεῦτεν ἡμῖν ὁ λόγος τόν τε Κῦρον ὅστις ἐὼν τὴν Κροίσου ἀρχὴν κατεῖλε , καὶ τοὺς Πέρσας ὅτεῳ τρόπῳ ἡγήσαντο τῆς Ἀσίης . ὡς ὦν Περσέων μετεξέτεροι λέγουσι , οἱ μὴ βουλόμενοι σεμνοῦν τὰ περὶ Κῦρον ἀλλὰ τὸν ἐόντα λέγειν λόγον , κατὰ ταῦτα γράψω , ἐπιστάμενος περὶ Κύρου καὶ τριφασίας ἄλλας λόγων ὁδοὺς φῆναι .
1.95.2
Ἀσσυρίων ἀρχόντων τῆς ἄνω Ἀσίης ἐπʼ ἔτεα εἴκοσι καὶ πεντακόσια , πρῶτοι ἀπʼ αὐτῶν Μῆδοι ἤρξαντο ἀπίστασθαι , καί κως οὗτοι περὶ τῆς ἐλευθερίης μαχεσάμενοι τοῖσι Ἀσσυρίοισι ἐγένοντο ἄνδρες ἀγαθοί , καὶ ἀπωσάμενοι τὴν δουλοσύνην ἐλευθερώθησαν . μετὰ δὲ τούτους καὶ τὰ ἄλλα ἔθνεα ἐποίεε τὠυτὸ τοῖσι Μήδοισι .
ch. 96
1.96.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.94.6 | Hdt. 1.96.1 (English) | >>Hdt. 1.97.2 |